Ἐωθινά Δοξαστικά

ΕΩΘΙΝΟΝ Α΄

Ἦχος α΄.

Εἰς τὸ ὂρος τοῖς Μαθηταῖς ἐπειγομένοις, διὰ τὴν χαμὀθεν ἒπαρσιν, ἐπέστη ὁ Κύριος· καὶ προσκυνήσαντες αὐτόν, καὶ τὴν δοθεῖσαν ἐξουσἰαν, πανταχοῦ διδαχθέντες, είς τὴν ὑπ’ οὐρανὸν ἐξαπεστέλλοντο, κηρῦξαι τὴν ἐκ νεκρῶν Ἀνάστασιν, καὶ τὴν είς οὐρανοὺς ἀποκατἀστασιν· οἷς καὶ συνδιαιωνίζειν, ὁ ἀψευδής ἐπηγγείλατο, Χριστὀς ὁ Θεός, καἱ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

ΕΩΘΙΝΟΝ Β΄

Ἦχος β΄.

Μετὰ μύρων προσελθούσαις, ταῖς περὶ τὴν Μαριὰμ γυναιξὶ, καὶ διαπορουμὲναις, πῶς ἒσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, ὡράθη ὁ λίθος μετῃρμένος, καὶ θεῖος Νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς· Ἠγέρθη γάρ φήσιν, Ἰησοῦς ὁ Κύριος· διὸ κηρὐξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς, εἰς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὂψεσθε αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, ὡς ζωοδότην καὶ Κύριον.

 

ΕΩΘΙΝΟΝ Γ΄

Ἦχος γ΄.

Τῆς  Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν ἀνάστασιν, καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν· ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο. Καὶ σύ μέν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα· οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι’ αὐτῶν, δοξάζομέν σου, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, φιλάνθρωπε Κύριε.

 

ΕΩΘΙΝΟΝ Δ΄

Ἦχος δ΄.

ρθρος ἦν βαθύς, καὶ αἱ Γυναῖκες ἦλθον ἐπί τὸ μνῆμά σου Χριστέ· ἀλλὰ τὸ σῶμα οὐχ εὑρέθη, τὸ ποθούμενον αὐταῖς· διὸ ἀπορουμέναις, οἱ ταῖς ἀστραπτούσαις ἐσθήσεσιν ἐπιστάντες, Τί τὸν ζῶντα μετὰ τῶν νεκρῶν ζητεῖτε; ἒλεγον· Ἠγέρθη ὡς προεῖπε· τί ἀμνημονεῖτε τῶν ρημάτων αὐτοῦ; Οἷς πεισθεῖσαι, τὰ ὁραθέντα ἐκήρυττον· ἀλλ’ ἐδόκει λῆρος τὰ εὐαγγέλια· οὓτως ἦσαν ἒτι νωθεῖς οἱ Μαθηταί· ἀλλ’ ὁ Πέτρος ἒδραμε, καὶ ἰδὼν ἐδόξασέ σου, πρὸς ἑαυτὸν τὰ θαυμάσια.

 

ΕΩΘΙΝΟΝ Ε΄

Ἦχος πλ. α΄.

τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέτρῳ μὲν τοῖς ὀθονίοις μόνοις, ἒδωκας ἐννοῆσαί σου τὴν Ἀνάστασιν; Λουκᾷ δὲ καὶ Κλεόπᾳ, συμπορευόμενος ὡμίλεις. καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτόν φανεροῖς; Διὸ καὶ ὀνειδίζῃ, ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν ἐν τέλει βουλευμάτων αὐτῆς. Ἀλλ’ ὁ πάντα πρὸς τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν, καὶ τὰς περὶ σοῦ προφητείας ἀνέπτυξας, καὶ ἐν τῷ εὐλογεῖν τον ἂρτον, ἐγνώσθης αὐτοῖς· ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνῶσίν σου ἀνεφλέγοντο· οἳ καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις, ἢδη τρανῶς ἐκήρυττόν σου τὴν Ἀνάστασιν· δι’ ἧς ἐλέησον ἡμᾶς.

 

ΕΩΘΙΝΟΝ ΣΤ΄

Ἦχος πλ. β΄.

ὂντως εἰρήνη σὺ Χριστὲ, προς ἀνθρώπους Θεοῦ, εἰρήνην τὴν σὴν διδοὺς, μετὰ τὴν Ἒγερσιν Μαθηταῖς, ἐμφόβους ἒδειξας αὐτούς, δόξαντας πνεῦμα ὁρᾶν· ἀλλὰ κατέστειλας τὸν τὰραχον αὐτῶν τῆς ψυχῆς, δείξας τὰς χεῖρας καὶ τοὺς πόδας σου· πλήν ἀπιστούντων ἒτι, τῇ τῆς τροφῆς μεταλήψει, καὶ διδαχῶν ἀναμνήσει, διήνοιξας αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς· οἷς καὶ τὴν Πατρικὴν ἐπαγγελίαν καθυποσχόμενος, καὶ εὐλογήσας αὐτούς, διέστης πρὸς οὐρανόν. Διὸ σὺν αὐτοῖς προσκυνοῦμέν σε, Κύριε δόξα σοι.

 

ΕΩΘΙΝΟΝ Ζ΄

Ἦχος βαρύς΄.

δοὺ  σκοτία καὶ πρωί· καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἒστηκας, πολὺ σκότος ἒχουσα ταῖς φρεσίν, ὑφ’ οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς; ἀλλ’ ὃρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις, καὶ τῷ σουδαρίῳ, τὴν Ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ’ ὧν, καὶ δι’ ὧν, καὶ ἡμεῖς πιστεύσαντες, ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν.

 

ΕΩΘΙΝΟΝ Η΄

Ἦχος πλ. δ΄.

Τὰ τῆς Μαρίας δάκρυα, οὐ μάτην χεῖνται θερμῶς· ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὂψεως τῆς σῆς, ὦ Ἰησοῦ· ἀλλ’ ἒτι πρόσγεια φρονεῖ, οἲα γυνὴ ἀσθενής· διὸ καὶ ἀποπέμπεται, μὴ προσψαῦσαἰ σοι Χριστέ· ἀλλ’ ὃμως κήρυξ πέμπεται τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγγέλια ἒφησε, τὴν πρὸς τὸν πατρῷον κλῆρον ἂνοδον ἀναγγέλλουσα. Μεθ’ ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε.

 

 ΕΩΘΙΝΟΝ Θ΄

Ἦχος πλ. α΄.

ς ἐπ’ἐσχάτων τῶν χρόνων, οὒσης ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν· ἀλλ’ ἒπλησας χαρᾶς τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐξουσίαν ἒνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες, τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι. Διὸ παράσχου καὶ ἡμῖν, γνῶσιν ἀληθῆ, καὶ ἂφεσιν πταισμάτων, εὒσπλαγχνε Κύριε.

 

ΕΩΘΙΝΟΝ Ι΄

Ἦχος πλ. β΄.

Μετὰ τὴν εἰς  ᾌδου κάθοδον καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἀθυμοῦντες, ὡς εἰκός, ἐπὶ τῷ χωρισμῷ σου, Χριστέ, οἱ Μαθηταί, πρὸς ἐργασίαν ἐτράπησαν· καὶ πάλιν πλοῖα καὶ δἰκτυα, καὶ ἂγρα οὐδαμοῦ. Ἀλλὰ σὺ Σῶτερ ἐμφανισθείς, ὡς Δεσπότης πάντων, δεξιοῖς τὰ δίκτυα κελεύεις βαλεῖν. Καὶ ἦν ὁ λόγος ἒργον εὐθύς· καὶ πλῆθος τῶν ἰχθύων πολύ, καὶ δεῖπνον ξένον ἓτοιμον  ἐν γῇ· οὗ μετασχόντων τότε σου τῶν Μαθητῶν, καὶ ἡμᾶς νῦν νοητῶς καταξίωσον ἐντρυφῆσαι, φιλάνθρωπε Κύριε.

 

ΕΩΘΙΝΟΝ ΙΑ΄

Ἦχος πλ. δ΄.

Φανερῶν ἑαυτόν, τοῖς Μαθηταῖς σου Σωτήρ, μετὰ τὴν Ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμαίνειν φροντίδα αἰτῶν. Δὸ καὶ ἒλεγες· Εἰ φιλεῖς με Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου. Ὁ δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον, περὶ τοῦ ἂλλου Μαθητοῦ ἐπυνθάνετο. Ὦν ταῖς πρεσβείαις Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν.